Τετάρτη 20 Ιανουαρίου 2016

Τί λέει ο άγιος Νεκτάριος για τον όρκο;

Ἀπαγορεύει ὁ Σωτὴρ καὶ τὸν ὑπὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν ἀπαιτούμενον ὅρκον;

 
 
"Ο Σωτὴρ ἀπηγόρευσε τὸν ὅρκον τὸν πρὸς ἀλλήλους καὶ οὐχὶ τὸν ὅρκον τὸν διδόμενον ἐνώπιον τῶν ἀρχῶν καὶ ἐξουσιῶν τὸν ὑπὸ τοῦ νόμου ἀπαιτούμενον πρὸς πίστωσιν τῆς ἀληθείας καὶ διαβεβαίωσιν τῶν ἀρχῶν. 

Διότι καὶ αὐτὸς ὁ Σωτὴρ ἐξορκισθεὶς ὑπὸ τοῦ ἀρχιερέως νὰ μαρτυρήσῃ εἰ αὐτός ἐστιν ὁ Χριστός, ἐδέχθη τὸν ὅρκον, καὶ ὡμολόγησεν ὅτι αὐτός ἐστιν (Ματ. κς´ 63). 

Ἐπίσης καὶ ὁ Ἀπόστολος Παῦλος γράφων πρὸς Ῥωμαίους ἐπικαλεῖται μάρτυρα τὸν Θεὸν πρὸς πίστωσιν τῶν λόγων αὐτοῦ, ὅτι μνείαν ποιεῖται πάντοτε αὐτῶν ἐπὶ τῶν προσευχῶν αὐτοῦ (Ρωμ. α´ 9). 

Ὡσαύτως καὶ πρὸς τοὺς Κορινθίους γράφων μάρτυρα τὸν Θεὸν ἐπικαλεῖται πρὸς πίστωσιν τῶν λόγων τοῦ ὅτι φείδεται αὐτῶν (Β´ Κορινθ. α´ 23). 

Καὶ ὁ ἄγγελος τῆς Ἀποκαλύψεως ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν Οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν Γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ. (Ἀποκ. Ι' 6).

Ὥστε “ὁ ὅρκος ἐπὶ δικαίῳ ἐνώπιον ἀρχῶν ἐπιτρέπεται».

Πηγή: panayiotistelevantos.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου